Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 6.156 Joseph. BJ 6.162 (English) >>Joseph. BJ 6.168

6.160ἐστρατήγει δὲ τῶν μὲν αἰδώς, τῶν δὲ ἀνάγκη· τό τε γὰρ ἐξαφεῖναι Ἰουδαίους ὥσπερ ἄρκυσιν ἐνειλημμένους Ῥωμαίοις αἴσχιστον ἐδόκει, κἀκεῖνοι μίαν ἐλπίδα σωτηρίας εἶχον, εἰ βιασάμενοι ῥήξειαν τὸ τεῖχος· 6.161καὶ τῶν ἀπὸ σπείρας τις ἱππέων, Πεδάνιος τοὔνομα, τρεπομένων ἤδη τῶν Ἰουδαίων καὶ κατὰ τῆς φάραγγος συνωθουμένων ῥόθιον ἐκ πλαγίου παρελαύνων τὸν ἵππον ἁρπάζει τινὰ φεύγοντα τῶν πολεμίων, νεανίαν στιβαρόν τε ἄλλως τὸ σῶμα καὶ καθωπλισμένον, δραξάμενος ἐκ τοῦ σφυροῦ· 6.162τοσοῦτον μὲν ἑαυτὸν ἐκ τρέχοντος

-- --

ἐπέκλινε τοῦ ἵππου, τοσοῦτον δὲ ἐπεδείξατο τῆς δεξιᾶς τὸν τόνον καὶ τοῦ λοιποῦ σώματος ἔτι δʼ ἐμπειρίας ἱππικῆς. 6.163 μὲν οὖν ὥσπερ τι κειμήλιον ἁρπασάμενος ἧκε φέρων Καίσαρι τὸν αἰχμάλωτον· Τίτος δὲ τὸν μὲν λαβόντα τῆς δυνάμεως θαυμάσας, τὸν δὲ ληφθέντα τῆς περὶ τὸ τεῖχος ἐπιχειρήσεως κολάσαι κελεύσας, αὐτὸς ἐν ταῖς περὶ τὸ ἱερὸν διαμάχαις ἦν καὶ τὰ χώματα κατήπειγεν. 6.164

Ἐν Ἰουδαῖοι κακούμενοι ταῖς συμβολαῖς ἀεὶ κατʼ ὀλίγον κορυφουμένου τοῦ πολέμου καὶ τῷ ναῷ προσέρποντος, καθάπερ σηπομένου σώματος ἀπέκοπτον τὰ προειλημμένα μέλη φθάνοντες τὴν εἰς τὸ πρόσω νομήν. 6.165τῆς γὰρ βορείου καὶ κατὰ δύσιν στοᾶς τὸ συνεχὲς πρὸς τὴν Ἀντωνίαν ἐμπρήσαντες ἔπειτα ἀπέρρηξαν ὅσον πήχεις εἴκοσι, ταῖς ἰδίαις χερσὶν ἀρξάμενοι καίειν τὰ ἅγια.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 6.156 Joseph. BJ 6.162 (English) >>Joseph. BJ 6.168

Powered by PhiloLogic